Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.57 Dem. 57.60 (English) >>Dem. 57.63

57.59 δὲ πάντων δεινότατον οἱ συνεστηκότες πεποιήκασιν (καί μοι πρὸς Διὸς καὶ θεῶν μηδεὶς ὑπολάβῃ δυσκόλως, ἐὰν τοὺς ἠδικηκότας ἐμαυτὸν πονηροὺς ὄντας ἐπιδεικνύω· νομίζω γὰρ ὑμῖν τὴν τούτων πονηρίαν δεικνὺς εἰς αὐτὸ τὸ πρᾶγμα λέγειν τὸ γενόμενόν μοιοὗτοι γάρ, ἄνδρες Ἀθηναῖοι, βουλομένους τινὰς ἀνθρώπους ξένους πολίτας γενέσθαι, Ἀναξιμένην καὶ Νικόστρατον, κοινῇ διανειμάμενοι πέντε δραχμὰς ἕκαστος προσεδέξαντο. καὶ ταῦτʼ οὐκ ἂν ἐξομόσαιτʼ Εὐβουλίδης οὐδʼ οἱ μετʼ αὐτοῦ μὴ οὐκ εἰδέναι. καὶ νῦν τούτων οὐκ ἀπεψηφίσαντο. τί οὖν οὐκ ἂν οἴεσθε τούτους ἰδίᾳ ποιῆσαι, οἳ κοινῇ ταῦτʼ ἐτόλμων; 57.60πολλούς, ἄνδρες δικασταί, οἱ μετʼ Εὐβουλίδου συνεστῶτες καὶ ἀπολωλέκασιν καὶ σεσῴκασιν ἕνεκʼ ἀργυρίου. ἐπεὶ καὶ τὸ πρότερον (ἐρῶ δʼ εἰς αὐτὸ τὸ πρᾶγμʼ, ἄνδρες Ἀθηναῖοι) δημαρχῶν Εὐβουλίδου πατήρ, ὥσπερ εἶπον, Ἀντίφιλος, τεχνάζει βουλόμενος παρά τινων λαβεῖν ἀργύριον, καὶ ἔφη τὸ κοινὸν γραμματεῖον ἀπολωλέναι, ὥστʼ ἔπεισε διαψηφίσασθαι τοὺς Ἁλιμουσίους περὶ αὑτῶν, καὶ κατηγορῶν δέκα τῶν δημοτῶν ἐξέβαλεν, οὓς ἅπαντας πλὴν ἑνὸς κατεδέξατο τὸ δικαστήριον. καὶ ταῦτα πάντες ἴσασιν οἱ πρεσβύτεροι. 57.61πολλοῦ γʼ ἔδεόν τινας ἐγκαταλιπεῖν τῶν μὴ Ἀθηναίων, ὅπου καὶ τοὺς ὄντας πολίτας συνιστάμενοι ἐξέβαλον, οὓς τὸ δικαστήριον κατεδέξατο. καὶ ὢν ἐχθρὸς τῷ ἐμῷ πατρὶ τότʼ οὐ μόνον οὐ κατηγόρησεν, ἀλλʼ οὐδὲ τὴν ψῆφον ἤνεγκεν ὡς οὐκ ἦν Ἀθηναῖος. τῷ τοῦτο δῆλον; ὅτι ἁπάσαις ἔδοξεν δημότης εἶναι. καὶ τί δεῖ περὶ τῶν πατέρων λέγειν; ἀλλʼ Εὐβουλίδης αὐτὸς οὑτοσί, ἡνίκʼ ἐνεγράφην ἐγὼ καὶ ὀμόσαντες οἱ δημόται δικαίως πάντες περὶ ἐμοῦ τὴν ψῆφον ἔφερον, οὔτε κατηγόρησεν οὔτʼ ἐναντίαν τὴν ψῆφον ἤνεγκεν· καὶ γὰρ ἐνταῦθα πάλιν ἐμὲ πάντες ἐψηφίσαντο δημότην. καὶ εἴ φασίν με τοῦτο ψεύδεσθαι, ἐπὶ τοῦ ἐμοῦ ὕδατος ὅστις βούλεται τούτων τἀναντία μαρτυρησάτω.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.57 Dem. 57.60 (English) >>Dem. 57.63

Powered by PhiloLogic